Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

χολῆς θερμοτέρων τοῦ δέοντος μικτὸν εἴη τὸ ῥεῦμα, ἢ ἐξ αἵματος μὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερμότερον πολλῷ τῆς φλεγμονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷμα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόμενον, οὐ μὴν οὐδ’ ὀδυνᾶται ὁμοίως τῇ φλεγμονῇ τοῦτο. καὶ κατ’ οὐδὲν δὲ τῶν τῆς φλεγμονῆς εἰδῶν οὔτε σφυγμὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁμοίαν ἐπιφέρει, ἀλλ’ ἔσθ’ ὅτε καὶ πάνυ μετρίως ἐνοχλεῖ καὶ μάλισθ’ ὅταν κατὰ μόνου τοῦ δέρματος ἐκχυθῇ, μηδὲν ἀδικοῦν τὴν ὑποκειμένην σάρκα· καὶ μὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειμένης ἁπτόμενον σαρκὸς οὔτ’ ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύματος οὔτ’ ἐρυσίπελάς ἐστι μόνον, ἀλλ’ ἤδη μικτὴ διάθεσις ἐξ ἐρυσιπέλατός τε καὶ φλεγμονῆς, ἐπικρατεῖ δ’ ἐν αὐτῇ ποτὲ μὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συμπτώματα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγμονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγμονῆς, καὶ ὀνομάζουσιν αὐτὸ τηνικαῦτα φλεγμονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ μηδετέρου 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]