Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωμένα κατάχριε φαρμάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραμμένοις ἐν ταῖς φαρμακίτισι βίβλοις. πολλὰ δ’ ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωμένους ἀνίεσθαι γλυκεῖ. μὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος ὅ τε Φαλερῖνος καὶ ῾Μασσαλιώτης καὶ ὁ Σαβῖνος καὶ Ἀδριανὸς καὶ Ἀρσύϊνος, μηδέπω μηδὲν ἐν τῇ γεύσει δριμὺ διὰ παλαιότητα κεκτημένοι. καὶ ὀξυκράτῳ δ’ ὑδαρεῖ ποτε χρησάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζομένων τῶν ἑλκῶν μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους μήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δ’ ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί· μάλιστα μὲν οἱ μέλανες, εἰ δ’ ἀποροῦμεν αὐτῶν, λευκοί. φάρμακα δ’ ἐν τῷδε τῷ καιρῷ μάλιστα μὲν ἁρμόσει αὐτοῖς, τό τε τοῦ Πολυείδου καὶ Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος, ὅσα τ’ ἄλλα τούτοις ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ μὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων, καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλ’ ἀρκεῖ τοῖς

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]