Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναμίν ἐστι φάρμακα, λύεσθαι δὲ μάλιστα μὲν ὕδατι. μηδὲν δ’ ἀνύοντος αὐτοῦ καὶ ὄξους παραπλέκειν· εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἢ ἀρνογλώσσου, μειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴτ’ αὐτομάτως εἴτ’ ἀπὸ συμπτώματος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενημένον, ὡς ξηραίνεσθαι μὲν ἀεὶ βούλεται, φαρμάκῳ δ’ ὡς Ἱπποκράτης φησὶ μὴ περισκελεῖ τουτέστι μὴ δάκνοντι, μηδ’ ἐρεθίζοντι σφοδρῶς, πλὴν εἰ μὴ κακόηθές τε καὶ μετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα δριμυτάτων δεῖται φαρμάκων καὶ πυρὶ τὴν δύναμιν ἐοικότων, οἷόν ἐστι τό τε μίσυ καὶ ἡ χαλκίτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράχη· καὶ γὰρ οὖν καὶ καίει παραπλησίως τῷ πυρὶ τὰ τοιαῦτα φάρμακα· πολλάκις δὲ καὶ τούτων νικωμένων αὐτῷ τῷ πυρὶ χρώμεθα. ταῦτ’ ἆρα καὶ τοῖς καλουμένοις ἄνθραξι κατ’ αὐτῆς τῆς ἐσχάρας, ἔνθα μάλιστα σήπεται τὸ μορίον, ἡ τῶν τοιούτων φαρμάκων ἰδέα πρόσφορος, οὐ μὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς μηδὲν δέον, ἀλλὰ τοῖς προειρημένοις κυκλίσκοις χρηστέον, οἷος ὁ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]