Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

εὐρυχωρίαι μεγάλαι. καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ μὲν τοῦ πνεύμονος μανή· ἔμπαλιν δ’ ἡ τῶν νεφρῶν πυκνοτάτη· καὶ μετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύμονος, εἰς τοσοῦτον μανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα μὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχομένας τὸ περιττὸν τοῦ ῥεύματος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κᾂν μὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ τὰ νεῦρα καὶ μάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ ἔξω τε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγμονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ μάλιστ’ εἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ ὁ πνεύμων. ἡ δ’ ἀπὸ τῆς θέσεως ἔνδειξις οὐδ’ αὐτὴ παροπτέα· δι’ ὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ μάλιστα διδάσκει. τῶν μὲν οὖν ἔτι ἐπιῤῥεόντων ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ Ἱπποκράτης ὀνομάζει, τῶν δ’ ἤδη κατειληφότων τὸ μόριον ῥευμάτων, ἡ παροχέτευσις ἴαμα. ἄμφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ μητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέμνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]