Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυμάζεις λόγῳ, ταῦτ’ ἔργῳ ποιῶν εὑρίσκεται. θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζώου, μιμῇ δ’ αὐτὴν οὐδαμοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵματος κενώσει τὴν φύσιν ἰασαμένην πολλὰ νοσήματα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ μὲν Ἱπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραμμένα, Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις· ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοΐδες· αἱμοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου μόνου ἐπαινουμένη ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαμοῖ φύσεως γεγραμμένον; ἤρκει μοι τὰ τῆς φύσεως μόνης ἔργα μαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρμώμενος εὑρίσκειν τὸ δέον. ἆρά μοι συγχωρήσουσιν οἱ θαυμάζοντές σε τὸ παριστάμενον εἰπεῖν, ἢ παντάπασιν ἀνόητός μοι δοκεῖς εἶναι ἢ μικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡμιληκέναι. τὸ γὰρ ἢ μηδ’ ὅλως γινώσκειν αὐτὰ ἢ μὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download