Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργμένος ἔγραφες ταῦτα, μηδένα μηδεπώποτε θεασάμενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύμασας μὲν ἀεὶ οὐκέτ’ ἐμιμήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν ἐπιχειρεῖς, τὸν νόμον τοῦ γράφειν ὑπερβάς· ἐχρῆς σε πρῶτον γράψαι μοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγήσασθαι, τίνα μὲν ὁλοκλήρως καὶ ἀπηρτισμένως τοῖς οἰκείοις λόγοις κινουμένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυομένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν ἰαμάτων, ἵνα ἐκμαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούμενα τούτοις ἐπικουρεῖν δύνωμαι, τὸ λεῖπον προστιθείς· ἢ μηδ’ ὅλως κινουμένης, καὶ γὰρ καὶ τοῦτό ποτε πάσχει τῇ ῥώμῃ τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζωμαι· τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλιγωρεῖς μὲν τοὺς ἀῤῥώστους. θεᾶσθαι, μένων δ’ οἴκοι τὸ δόξαν ἔγραφες. ἀλλ’ εἰ καὶ μὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν ὑφ’ Ἱπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι μανθάνειν ὅσα μὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download