Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

λέγειν, ἀρτίως ἡ φύσις κινουμένη κρίνονται· πῶς δ’ ἂν αὐτὴν κάλλιστά τις μιμήσαιτο, μηδὲ ἐγχειροῦσαν κρίσει· καὶ πῶς ἐπιχειρούσῃ μὲν, ἀλλ’ ἐνδεῶς κινουμένῃ βοηθητέον. εἰ γὰρ ἐν τούτοις ἐγυμνάσω, τοιαῦτα ἂν ἤκουόν σου συμβουλεύοντος, οἷα καὶ Ἱπποκράτους ἀκούω, τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν, μηδὲ νεωτεροποιεῖν μήτε φαρμακίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν. τοῦτο μέν σοι φύσεως ὁλοκλήρως κινουμένης παράγγελμα· τὸ δὲ ἐφεξῆς τούτῳ κινουμένης μὲν ἐπὶ κρίσιν, ἀλλ’ ἐνδεῶς· διὰ τοῦτο αὐτῇ συνεργεῖν παρακελευόμενος ἐρεῖ· ἃ δεῖ ἄγειν, ταῦτα ἄγειν ὅπῃ ἂν μάλιστα ῥέπει διὰ τῶν ξυμφερόντων χωρίων. βούλεται μὲν γὰρ ἡ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι, μὴ δυναμένη δ’ ἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπ’ ἀῤῥωστίας, ἡμῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων κατὰ τὴν ῥοπὴν τῶν χυμῶν κενοῖ. τί γὰρ φησίν; ἀλλ’ εἰ μὲν ἡ ὀδύνη ἐς κληϊδα, ἢ ἐν βραχίονι βάρος, ἢ περὶ μαζὸν, ἢ ὑπὲρ τῶν φρενῶν, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download