Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ’ ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερον γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλημα, ἐς δὲ τὴν κληϊδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἑλλεβόρῳ ἢ πεπλίῳ. πάλιν δ’ ἔν τινι τῶν νεφριτικῶν παθημάτων συνδρομῇ προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ μηροῦ κατ’ ἰξὺν ἐπιφέρει, ἰγνὺν τέμνειν, τοῦτ’ ἐστὶ τὴν ἐν ἰγνύῃ τέμνειν φλέβα.

Ἐκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυμαργέω οἰκέτιδος οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τμηθεῖσα ἐράϊσε, καίτοι τρόμοι τὸ σῶμα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. Ἱπποκράτης μὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήματος ἐξετάζειν κελεύει καὶ τῆς προφάσεως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶμαί γε πλήθους αἵματος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτομίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρημένης γυναικὸς, καίτοι τρομώδους οὔσης, οὐκ ἐμέλησε τέμνειν τὴν φλέβα, 

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download