Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

μηδενὸς ἂν ἄλλου τολμήσαντος αἵματος ἀφελεῖν ἐν τρόμοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι μὲν ἔτι καὶ μᾶλλον τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει κατεψυγμένον σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ἀλλ’ Ἱπποκράτης σκεψάμενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵματος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουμένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’ ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ μὴ καθαρθῆναι καλῶς ἡ διαστροφὴ τῆς μήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαμένης οὖν αὐτῷ τῆς μὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ μήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταμε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ Ἱπποκράτης. ἀλλ’ ἵνα μὴ λυπῶ τοὺς Ἐρασιστρατείους ἐπιπλέον αὐτὸν ἐπαινῶν, καὶ γάρ μοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν ὁ Ἐρασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωμεν ἤδη τὰ Ἱπποκράτους. ἐν ἑτέρῳ γάρ μοι καιρῷ πᾶσαν αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. μεταβήσωμεν

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download