Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

παραλείπωμεν δ’, εἰ βούλει, τούτους, ἵνα μηδὲ τῷ πλήθει τῶν μαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωμεν. οὐχ αὕτη γυναῖκας μὲν ἁπάσας ἐφ’ ἑκάστῳ μηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵματος; ἔδει γὰρ, οἶμαι, οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώμενον οὔθ’ ὁμιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄμφω ταῦτα πλῆθος ὑποτρέφον ἴαμα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν μὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ μετὰ τόκον κάθαρσις, καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς μήτρας αἵματος τὸ κυούμενον τρέφεται. καὶ ἡ μετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν μαστοῖς γένεσις οὐ σμικρὰ κένωσις οὐδ’ αὐτὴ τῷ πλήθει. μία γὰρ ἀμφοτέρων ἡ οὐσία καταμηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πηγαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν ἤδη τὸ καταμήνιον μηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν μαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι μὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ δι’ ὑστερῶν ὁρμήσῃ τὸ αἷμα, σβέννυται τὸ γάλα. καὶ τῶν

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download