Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν αἱμοῤῥοΐδος ἢ γυνὴ δι’ ἐμμηνίων ἐμπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων· ἀνατρέπειν γοῦν μοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισμόν. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν αἵματος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάματα; μὴ γὰρ Ἱπποκράτους ἡ γνώμη μόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά μοι δοκεῖς ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος εἶναι. ταῦτα γοῦν ὁσημέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησμονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐμψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι; τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωμένον ἐκκενῶσαι; τί δ’ οὐρῆσαι ἢ κύστεως πλησμονὴν ἰάσασθαι; ταῦτα μὲν ζῶα καὶ κρύει πονούμενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάμνοντα

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download