Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

θέρους ὥρᾳ νήχεται μὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν τόποις συσκίοις τε καὶ προσηνέμοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔμετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα μιμησαμένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν λόγῳ χρωμένοις, εὐμηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιμον ὑπὸ συνάγχης ἢ περιπνευμονίας πνιγόμενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς μὴ κένωσιν αἵματος εἰπεῖν; ἀλλ’ Ἐρασίστρατος ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοητότερος εὑρίσκεται. μακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς μέχρι περάτων γῆς πετομένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν μέρει κρύος τε καὶ θάλπος, ἰωμένας τε διὰ παντὸς τοῖς ἐναντίοις τὰ ἐναντία. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς Ἱπποκράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵματος οἷς διὰ πλῆθος αἵματος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download