Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)

Kühn 1826

καὶ ἐν ὅτῳ καιρῷ καὶ μέχρι τοσοῦτον, μᾶλλον ἐβουλόμην ἄν μοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα μὲν χρὴ τέμνειν τὴν ἐν τῷ μετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠμιαίαν ὀνομαζομένην, ἢ τὴν διὰ μασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν Ἱπποκράτης, τοῦτον ἐγὼ νομίζω τὸν λογισμὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις ἐναντίον, τοσούτῳ δέω θαυμάζειν ὥστε καὶ τοῖς ἀλόγοις ζώοις μετεῖναι φημὶ τῆς ἐννοίας. εἰ δὲ βούλει μικρὸν ἀνοίξας τὰ ὦτα, μᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς Ἱπποκράτη δυσμενείας· ἐπιλαθόμενος, εἴποιμ’ ἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι μὲν γὰρ τοῦδε καὶ Διοκλῆς ἠπίστατο καὶ Πλειστόνικος, Ἡρόφιλός τε καὶ Πραξαγόρας καὶ Φιλότιμος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ μὲν ἐξεῦρον, ἑπόμενοι δὲ Ἱπποκράτει, πηνίκα χρὴ τέμνειν ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς μελαίνης εἰς

Work

Title: Galen: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 147-186

Publisher: Cnobloch, Leipzig

Download