De Venae Sectione adversus Erasistratum (On Bloodletting against Erasistratus)
Kühn 1826
αὐτὸ καθάπερ τι τῶν μεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν
ἐρίζειν ἑτοιμότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες,
ὥσπερ καὶ τῶν ἄλλων βοηθημάτων ταυτὸν κατηγοροῦντες;
ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ μέτρον λαβεῖν, ὡς
μήθ’ ὑπερβάλλειν τὸ ποσὸν μήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος,
ἢ τῶν καθαιρόντων τινὸς φαρμάκων, ἢ τῶν οὔρησιν κινούντων,
ἢ τροφῆς ἢ πόματος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς
εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν.
τί ποτ’ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις
καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι
καὶ χολερικοῖς. ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν
διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν
ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη
θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ
καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ
βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο
τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν
Work
Title: De Venae Sectione adversus Erasistratum
English: On Bloodletting against Erasistratus
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 147-186
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_080.xml [80 Kb]