De Venae Sectione adversus Erasistrateos Romae Degentes (On Bloodletting against the Erasistrateans at Rome)
Kühn 1826
φίλου καθ’ ὃν ἐῤῥέθη τρόπον, οὕτως αὐτὸν ὑπαγορευθῆναι.
ἀλλὰ καὶ τοιοῦτος ὢν καὶ πολλὰ λείποντα ἔχων ὡς τὸ τέλεον,
ὅμως ἔοικεν ἠνυκέναι μεῖζόν τι τῆς ἐλπίδος. ἐπὶ γὰρ τοὐναντίον
ἀφιγμένοι πάντες εἰσὶν οἱ νῦν ὀνομάζοντες ἑαυτοὺς Ἐρασιστρατείους,
ἐφεξῆς τε φλεβοτομοῦσιν ἅπαντας, οὐ μόνον
οὓς ὀλίγον ἔμπροσθεν εἶπον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν πυρέττοντας.
ὥστε κατὰ τὸν Στησίχορον ἔοικα δεήσεσθαι παλινῳδίας
τινὸς, ἐν ᾗ παρακαλέσω τοὺς ἄνδρας ἐπὶ μὲν τῶν
κατὰ τοὺς λόγους διατριβῶν ἐρίζειν εἰς ὅσον βούλονται, φείδεσθαι
δὲ τῶν ἀῤῥώστων ἀποθεμένους τὸ σφοδρὸν τοῦτο τῆς
ἐφ’ ἑκάτερον ὁρμῆς. οὔτε γὰρ ἐπέχεσθαι χρὴ φλεβοτομίας διὰ
παντὸς, οὐδ’ ἡγεῖσθαι πάντας ὅσους ἂν Ἐρασίστρατος ἀσιτεῖν
κελεύῃ δεῖσθαι φλεβοτομίας, ὅπερ οἱ νῦν Ἐρασιστράτειοι
φασίν. οὐ μὴν οὐδὲ ῥᾷστον εἶναι πάντας τοὺς χρῄζοντας
τοῦ βοηθήματος διαγνῶναι, καθάπερ οὐδὲ τὸ μέτρον εὑρεῖν
ἢ τὴν τμηθησομένην φλέβα καὶ τὸν καιρόν. τόν τε Ἐρασίστρατον
αὐτὸν διὰ τοῦτο οἶμαι παραλιπεῖν ἐφ’ ἑκάστου τῶν
Work
Title: De Venae Sectione adversus Erasistrateos Romae Degentes
English: On Bloodletting against the Erasistrateans at Rome
Original: Περὶ φλεβοτομίας πρὸς Ἐρασιστρατείους τοὺς ἐν Ῥώμῃ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 187-249
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_081.xml [124 Kb]