De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον τῆς κρινομένης δυνάμεως ἀπ’ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγματος, πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ’ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη καὶ ἀνθρώπῳ. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ καθαρτικὸς ὁ ἑλλέβορος, ἤδη καὶ ὀρτύγων, οὐδ’ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώποις. ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως τε καὶ καθ’ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανάκλησίν ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύχει πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳδίως. ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ’ εἰ φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ’ εἰ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]