Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἀλλὰ καὶ μανδραγόραν καὶ ὑοσκύαμον καὶ κώνειον καὶ μηκώνιον, οὐ μόνον ἂν ἐκθερμήναις προσφέρων, ἀλλὰ καὶ καύσειας ἀνθρώπειον σῶμα. πάντ’ οὖν τὰ δοκιμαζόμενα φάρμακα πάσης ἐπικτήτου τε καὶ σφοδρᾶς θερμότητός τε καὶ ψύξεως ἐκτὸς ἔστωσαν, μὴ μόνον ὕδωρ.

Ὅτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι’ ὕδατος ψυχροῦ μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείης θερμῷ τινὶ παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ’ ὡς ὅτι πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ’ ἂν ἡ μίξις ᾧδέ πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυρετῷ καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίων ἐπιτεθείη καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας, ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download