Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

οὕτω πολλοὺς ἐμβάλλει τοὺς ἅλας, ὡς ἰσχυρότερον γενέσθαι τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς οὐσίας καὶ ἵνα τις ἀποδείξηται τὸν Ἀρχίδαμον, ἐπικαίεσθαι λέγοντα τὸ δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ἐπεί τοι καὶ τοῦτο γιγνόμενον οἶδα πολλάκις, ἄλλων τέ τινων ἕνεκα καὶ ποδάγρας καὶ ἀρθρίτιδος. ἀνατρίβουσι γὰρ ἔνιοι τὰ πεπονθότα μόρια σὺν ἐλαίῳ βραχεῖ λείοις ἁλσὶν, ἐν τοῖς διαλείμμασι δηλονότι καὶ οὐκ ἐν τοῖς παροξυσμοῖς, ὑπὲρ τοῦ ξηρᾶναι καὶ διαφορῆσαι τὸ περιττὸν ἅπαν, εὐεξίαν τέ τινα καὶ ῥώμην ἐνθεῖναι τοῖς ἀσθενέσι μορίοις. ἀλλ’ ἐν τούτῳ μὲν οἱ ἅλες κρατοῦσιν, ἐν ἐλαίῳ δὲ κρατοῦνται. καὶ χρὴ τὸν ἐπαλειφόμενον καὶ ἀνατριβόμενον πρὸς τὰ βρεχόμενα μᾶλλον ἐν ἐλαίῳ παραβάλλειν ἤπερ τὰ ἑψόμενα, μὴ μέλλοντάς γε καθεψήσειν ἐν ἐλαίῳ ζέοντι τὸν ἄνθρωπον, ἀλλ’ ἐπαλείφειν εὐκράτω. κάλλιον γὰρ ἦν, ὡς πολλάκις εἴρηταί μοι καὶ πρόσθεν, αὐτὸ τὸ γιγνόμενον ὁρᾶν αἰσθητόν τε ὂν καὶ σαφὲς ἀκριβῶς. οὐ γὰρ δήπου δεῖ τῶν ἔξωθεν παραδειγμάτων ἐν τοῖς οὕτω γνωσθῆναι δυναμένοις. εἰ δ’ ἄρα

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download