Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τὸ μόριον· ἔστι δ’ ἡ νάρκη μικροῦ δεῖν ἀναισθησία. τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύνας οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώδυνα λεπτομερῆ τε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν συμμέτρων, ἕνεκα τοῦ κενῶσαί τε καὶ διαφορεῖν καὶ ἀραιῶσαι καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν τοῖς ὀδυνωμένοις μορίοις ἢ χυλῶν δριμέων ἢ γλίσχρων ἢ παχέων, ἢ πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, ἢ καί τινος ἀτμώδους τε καὶ παχέος ἢ ἱκανῶς ψυχροῦ πνεύματος ἐναπείληπταί τε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν ἔχοντος. οὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυφούσης δυνάμεως, οὐδ’ ἂν ὁ τόπος ἢ τὸ πάθος προσδέηται· ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διάθεσιν, ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόν τε ἅμα

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download