Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

περὶ τῶν ἁπλῶν διέξειμι καὶ προσθήσω ἤδη τὸν περὶ τῶν ἄλλων ἐλαίων λόγον. ὀνομάζεται γὰρ δή τι καὶ κίκινον ἔλαιον, ἐν Αἰγύπτῳ μάλιστα γιγνόμενον, ἐκ τοῦ καρποῦ τοῦ κίκεως, καὶ ῥαφάνινον δὴ καὶ σησάμινον, ἀμυγδάλινόν τε καὶ καρύϊνον, ἔτι τε σινάπινον, σχίνινον, δάφνινον, μελάνθινον, τερμίνθινον, μαστίχινον, μύρσινον, βαλάνινον, ὑοσκυάμινον, ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα τῶν καρπῶν ἐκθλιβόμενα πάντα. διαφέρει δ’ ἀλλήλων ταῦτα τὰς αὐτὰς διαφορὰς ἅσπερ καὶ οἱ καρποί. τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς ἐλαίας ἐλαίῳ τῷ παλαιῷ. διὸ καὶ χρηστέον ἔνθ’ ἂν ᾖ κίκινον ἔλαιον γεγραμμένον ἔν τινι συνθέσει φαρμάκου, μὴ παρόντος αὐτοῦ, τῷ κοινῷ ἐλαίῳ, καὶ μάλιστ’ εἰ Σαβῖνον εἴη. τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τἄλλα τῷδε, θερμότερον δὲ, καὶ τούτου μᾶλλον ἔτι τὸ σινάπινον. ὅμοιον δὲ αὐτῷ τὸ ἐκ τοῦ μελανθίου. ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε καὶ σησάμινον, τὸ μὲν τῷ στύφειν, τὰ δ’ ὅτι παχυμερῆ.

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download