Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἴσως ἔστυφον, τῶν δ’ ἄλλων ἀνθρώπων οὐδένα. μυρίων γὰρ ἐπυθόμην ἐγὼ καὶ περὶ τούτων καὶ πολὺ μᾶλλον ἔτι περὶ ἀμύλου, καὶ γὰρ καὶ τοῦτο στύφειν Ἡρόδοτός φησιν, ὥσπερ οὖν καὶ τὸ πέπερι, στῦφον μηδ’ αὐτὸ μηδένα τῶν ἄλλων ἀνθρώπων, ὅσοι καθαρῶς καὶ ἀδεκάστως ἐξετάζουσιν τὰς ποιότητας. ἀλλ’ Ἡρόδοτος μὲν συνέχεεν εἰς ταὐτὸν ἅπαντα, καὶ τὰ δριμύτατα ταῖς δυνάμεσιν καὶ τὰ ἄκρως διαβρωτικὰ καὶ τὰ μαλακώτατα καὶ τὰ προσηνέστατα. πάντα στύφειν ἔφησεν, ὡς ἐν τῷ καταψεύσασθαί τισι τῆς αἰσθήσεως τὸ τοῦ νικᾷν ὑπάρχοντος. ἀλλ’ οὐκ αὐτὸ δή τοῦτο μέγιστον δεῖγμα τῆς τῶν λόγων αὐτοῦ μοχθηρίας ἐσόμενον.

Ὥσπερ δὲ ὑπερβάλλεσθαι βουλόμενος αὐτὸν τοῖς κατὰ τῶν αἰσθήσεων ψεύσμασιν ὁ Ἀσκληπιάδης Μητρόδωρος, ἄλλά τε καὶ ῥητίνην καὶ ἄσφαλτον οὐχ ὁμολογεῖ θερμαίνειν ἡμᾶς, ἅπαντά τε τὰ στύφοντα καὶ ψύχειν φησὶν, εἰ καὶ μηδενὸς ἄλλου χαλκίτεώς τε καὶ χαλκάνθης καὶ μίσυος ἱκανῶς μὲν στυφόντων, εἰς τοσοῦτον δ’ ἡκόντων δ’ ἡκόντων θερμότητος, ὥστε καίειν ἡμᾶς. οὔκουν ἔτι θαυμαστὸν οὐδὲν εἰ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download