Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

Βιθυνοὺς καὶ Ποντικοὺς καὶ Γαλάτας, ἅμα μὲν ψυχρᾶς χώρας οἰκήτορας, εὐθὺς δὲ καὶ πιμελώδεις τοὐπίπαν· Ἄραβας δὲ καὶ Λίβυας Αἰγυπτίους τε καὶ Αἰθίοπας, ὅσοι τ’ ἄλλοι θερμὴν ἐποικοῦσι γῆν ἰσχνοὺς καὶ ξηροὺς ἅπαντας. εἰσὶ δ’ οἳ καὶ χωρὶς κατὰ μέρος παραδειγμάτων αὐτῷ τῷ καθόλου λόγῳ πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν μηδ’ ἂν γενέσθαι τὸν λιπαρὸν ἐν ἡμῖν χυμὸν, εἰ μὴ καλῶς ὑπὸ τῆς φύσεως αἱ τροφαὶ κατεργασθεῖεν, οἱ δὲ τοῦτον μὲν ἐν ταῖς τροφαῖς περιέχεσθαι, καταναλίσκεσθαι δ’ ὑπὸ τῆς ἐν ἡμῖν θερμασίας, ὥσπερ τοὔλαιον ὑπὸ τῆς φλογὸς, ἧς ἀῤῥώστου γινομένης ἀθροίζεσθαι κατὰ τὸ σῶμα. τινὲς δὲ αὐτῶν καὶ τὰ ζῶα παρατίθενται τῷ λόγῳ, τὰ μὲν φύσει ψυχρότερα πιμελωδέστερα πάντα ὑπάρχοντα, καθάπερ ἄρκτοι καὶ ὄϊες καὶ σύες, τὰ δ’ αὖ θερμότερα ξηρότερα καὶ ἀπίμελα, καθάπερ λέοντές τε καὶ παρδάλεις καὶ κύνες. ἔτι τοίνυν ἀπὸ τοῦ διαφθείρεσθαι βρεχομένας ἐλαίῳ μελίττας τε καὶ μυίας καὶ σφῆκας καὶ μύρμηκας, οἱ μὲν ψυχρὸν, οἱ δὲ θερμὸν ἐπιδεικνύναι πειρῶνται τοὔλαιον, καὶ τινὲς μὲν ὑγρὸν, τινὲς δὲ ξηρόν. ἄναιμα γὰρ ὄντα τὰ εἰρημένα ζῶα καὶ διὰ τοῦτο ψυχρὰ,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download