Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τινὲς μὲν ἑτοίμως ὑπὸ ἐλαίου καταψύχεσθαί φασιν καὶ διὰ ταῦτ’ ἀποθνήσκειν· ἔνιοι δ’ ἐκθερμαινόμενα μὴ φέρειν τὴν εἰς τοὐναντίον μεταβολήν. καὶ δὴ καὶ ξηραινόμενα ἀμέτρως ἕτεροι διὰ τὸ φύσει προεξηράνθαι τῷ τῆς ἀμετρίας βλάπτεσθαι λόγῳ. ὑγραινόμενα δ’ ἕτεροι τῇ πρὸς τὴν φύσιν αὐτῶν ἐναντιότητι. τὸ μὲν οὖν ἐπὶ τῶν ἐντόμων ζώων εἰς τοὐναντίον ἀλλήλοις ἐπιχειρεῖν αὐτοὺς, οὐδὲν ἂν ἴσως εἶναι θαυμαστόν· ὅτι δὲ κᾀκ τῶν ἡμῖν αὐτοῖς συμβαινόντων εἰς ἑκάτερον ἐπιχειροῦσιν, ἄξιον ἤδη θαυμάζειν. οἱ μὲν γὰρ μᾶλλον, οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες, εἴ τις ἀλείψαιτο λουόμενος, οὔθ’ οἱ μᾶλλον εἰπόντες ὁμολογοῦσιν ἀλλήλοις ὑπὲρ τῆς καθόλου δυνάμεως οὔθ’ οἱ ἧττον. ἀλλὰ τῶν μὲν μᾶλλον ἱδροῦν φασκόντων ἡμᾶς ἔνιοι μὲν εἰς θερμότητα τὴν αἰτίαν ἀναφέρουσιν, ἔνιοι δ’ εἰς γλισχρότητα, τὸ μὲν θερμὸν τῇ φύσει προκλητικὸν ἱδρώτων φάσκοντες ὑπάρχειν οἱ πρότεροι, τὸ δὲ γλίσχρον οἱ δεύτεροι, θηρατικόν τε καὶ ἀθροιστικὸν γιγνόμενον τῶν τέως ἀποῤῥεόντων ἐν τάχει καὶ διὰ τοῦτο λανθανόντων τὴν αἴσθησιν, ἐπίδηλον οὕτως ἐργάζεσθαι τὸ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download