Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

πλῆθος τῶν ἱδρώτων. οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες τοὺς ἀλειψαμένους ἐν λουτροῖς καὶ γυμνασίοις οἱ μὲν ἐμπλαστικὴν, οἱ δὲ ψυκτικὴν αὐτῷ δύναμιν ἀνατιθέασιν. καὶ μὲν δὴ κᾀκ τῶν φαινομένων οἱ μὲν ξηραίνειν, οἱ δ’ ὑγραίνειν αὐτό φασιν· ὑγραίνειν μὲν ὅσοι πλέον ἱδροῦν ὑπολαμβάνουσι τοὺς ἠλειμμένους, ξηραίνειν δὲ καὶ ἕτεροι. καὶ δὴ καὶ ἀπεριψύκτους διαφυλάττειν τοὺς ἀλειψαμένους, οἱ μὲν τῷ πάχει τε καὶ τῇ γλισχρότητι δίκην ἀμφιέσματός τινος ἢ προβλήματος εἶργον τὸ κρύος, οἱ δὲ τῇ φυσικῇ θερμότητι καὶ τὰ πλησιάζοντα συνεκθερμαῖνον. ἔτι τοίνυν ἐκ τοῦ μὴ βλάπτειν μηδ’ ἐξαλείφειν αὐτὸ τὰ διὰ τοῦ μέλανος ἐν τοῖς βιβλίοις γραφόμενα, καίτοι τῶν γε ἄλλων ὑγρῶν ἁπάντων ἐξαλειφόντων, οἱ μὲν ξηράν τε καὶ οἷον ἄνικμον αὐτοῦ τὴν φύσιν εἶναί φασιν, ὁμοίως ψάμμῳ τε καὶ σποδιᾷ, τινὲς δὲ καὶ παχυμερέστερον καὶ ἀκατέργαστον. οὕτω δὲ καὶ τὸ μὴ μίγνυσθαι τοῖς ἄλλοις οἱ μὲν εἰς κουφότητα καὶ λεπτομέρειαν, οἱ δὲ εἰς γλισχρότητα καὶ πάχος ἀναφέρουσιν, ἐπεὶ τοῖς γε ὁμοίως χυλοῖς μίγνυσθαι, καθάπερ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι. τὰ δ’ αὐτὰ καὶ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download