Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

περὶ τοῦ μὴ καλῶς ἐλαίῳ δεύεσθαι τὴν γῆν, καίτοι τοῖς ἄλλοις ὑγροῖς βρεχομένην, οἷον ὕδατι καὶ οἴνῳ καὶ ὄξει. τινὲς μὲν κᾀνταῦθα τὸ ξηρὸν τῆς οὐσίας, ἔνιοι δὲ τὸ λεπτομερὲς, εἰσὶ δ’ οἳ τὸ παχυμερὲς αἰτιῶνται, διεξέρχεσθαι μὲν τοὺς πόρους τῆς γῆς ἀψαυστὶ φάσκοντες οἱ τὴν λεπτομέρειαν αἰτιώμενοι, τὴν ἀρχὴν δὲ μηδ’ ἐμπίπτειν εἰς αὐτοὺς οἱ τὴν παχυμέρειαν. ἔστι δ’ οὐδετέρους ἐλέγξαι, κατ’ ἀμφοτέρας τὰς αἰτίας δυναμένων τινῶν καὶ μὴ μίγνυσθαι τοῖς πέλας, εἴ γε καὶ τῶν φυσικῶν ἐνίοις ἡ συμμετρία τῶν πόρων αἰτία τῆς μίξεως εἶναι δοκεῖ. κᾀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων αὐτὰ διέρχομαι, τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων ἀναμιμνήσκων μόνας. εἰ δέ τις ἐκτείνειν ἕκαστον ἐθέλοι καὶ κατασκευάζειν ἑκατέρωθεν, οὐ μίαν οὕτω γε βίβλον, ἀλλὰ παμπόλλας ἂν οἶμαι πληρώσειν αὐτόν. πάρεστι δὲ ἤδη σκοπεῖν ὡς οὐ μακρὰ μόνον ἡ τοιαύτη πλάνη τῶν λόγων, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀνερχομένη φυσιολογίας, ἐνίοτε δὲ καὶ δύσκριτον. εἰ δ’ ἅτι καὶ παντάπασιν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download