Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δ’ ἐστὶν εἰ πλησιάζον αὐτῷ θερμότερον ἀπεργάζεται τὸ μόριον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον οὗπερ καὶ ψαύει. ὥστε ἐν τῇ πείρᾳ καὶ τὰ τῆς κρίσεως ἔσται καὶ τὰ τῆς διαγνώσεως, ἣν ἀφέντες οἱ πολλοὶ τῶν ἰατρῶν εἰ ἐρυθρόν ἐστιν τὸ ῥόδον ἢ εὐῶδες ἐπισκοποῦνται, παρέντες ὅταν ἐγκαυθῶσι τὴν κεφαλὴν, ἐπιτιθέντες αὐτῇ ῥόδων στεφάνους, ἢ τὸν χυλὸν αὐτῶν, ἢ ῥόδινον ἔλαιον, οὕτω τῇ πείρᾳ μαθεῖν τὸ γιγνόμενον. εἰ μὲν γὰρ ἐκθερμαίνονται, μᾶλλον ἂν εἴη θερμὸν, εἰ δὲ ψύχονται; ψυχρόν. ἐν ἴσῳ τὸ ψυκτικὸν εἶναι ἀνθρώπου φύσεως, ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι, καίτοι μυριάκις μὲν ἐγὼ διατελῶ λέγων αὐτὸ, παρακούουσι δ’ οἱ πολλοὶ καὶ συγγινώσκειν αὐτοῖς χρὴ διεστραμμένοις ὑπὸ τῶν σοφιστῶν ληρούντων μακρά. τὰ μὲν δὴ τῆς πείρας οὕτω ῥᾴδια καὶ περὶ ῥόδων δυνάμεώς ἐστι καὶ περὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. ἔξεστι γὰρ δήπου καὶ στεφανώσασθαι ῥόδοις καὶ τρίψαντί ποτε καταπλάσαι τὸ στόμα τῆς κοιλίας ἀνθρώπου καυσουμένου καὶ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download