Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἀποθλίψαντι τὸν χυλὸν αὐτῶν ἐκροφῆσαι καὶ μίξαντι μεθ’ ὕδατος, ἢ ἐλαίου, τῶν τοῦ σώματός τι μορίων ἀνατρῖψαι. καίτοι τί λέγω τούτοις, ὅπου γε ὀποβαλσάμῳ μιγνύντες ἔνιοι ῥόδων χυλὸν ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀνατρίβονται τὰ σώματα χάριν ἐμψύξεως, αὐτῇ τῇ πείρᾳ μεμαθηκότες ὡς ἱκανῶς ἀναψύχουσιν; ἀλλ’ ὑπὸ περιττῆς σοφίας Ἡρόδοτος ὁ ἰατρὸς οὐδὲ τὸ ξὺν ὄξει ῥόδινον, ὃ δὴ καλοῦσιν ἰδίως ὀξυρόδινον, ὁμολογεῖ ψύχειν ἡμᾶς· εἶτ’ ἀναμνησθεὶς τό γε τοσοῦτον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν φρενιτικῶν νοσημάτων αὐτὸς αὐτῷ χρῆται καὶ συνεὶς τῆς ἐναντιολογίας, ὡμολόγηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν ἰατρῶν ἄχρι καὶ τῶν ἀμφὶ τὸν ἀναισθητότατον Θεσσαλὸν, ὡς ἀποκρούεσθαι χρὴ καὶ ψύχειν ἐν ἀρχῇ μᾶλλον ἢ θερμαίνειν καὶ χαλᾷν, οὐ ψύχειν φησὶν, ἀλλὰ στύφειν αὐτό. καίτοι χαλεπὸν οὐδὲν ἦν ἐγκαυθέντα ποτὲ καὶ αὐτὸν, ἄνθρωπος γὰρ ἦν ὁμοιοπαθὴς ἡμῖν, ὀξυροδίνῳ τὴν κεφαλὴν ἐπιβρέξασθαι καὶ γνῶναι τῇ πείρᾳ τὴν ἐνέργειαν τοῦ φαρμάκου. 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download