De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ῥᾷστον δ’ ἦν, οἶμαι, καὶ ψυγέντα χρῆσθαί ποτ’ αὐτῷ κατὰ τε τῆς κεφαλῆς ἐπιχέοντα καὶ τοῖς ὠσὶν ἐνστάξαντα καὶ ταῖς ῥισὶν ἐγχέοντα καὶ τὸ μέτωπον ὅλον ἀνατρίψαντα, καθάπερ ἀμαρακίνῳ καὶ ἰρίνῳ καὶ τοῖς ἄλλοις ἀλείμμασιν τοῖς θερμαίνουσι χρώμεθα. καίτοι γὰρ οὐδὲ μετρίως θερμαίνει κατ’ αὐτὸν ὀξυρόδινον, ἐκ δυοῖν θερμοτάτων φαρμάκων συγκείμενον. ἀλλ’ εἴπερ Ἡρόδοτος οὐκ ἐτόλμησε χρήσασθαι, δίκαιον, οἶμαι, τοὺς νῦν ἐστι πειραθῆναι τῆς τοῦ φαρμάκου δυνάμεως ἐφ’ ἑαυτῶν, ὅταν ἤτοι ψυγῶσιν ἢ ἐγκαυθῶσιν, ὥσπερ ἐγὼ πολλάκις ἐπειράθην ἐπ’ ἐμαυτοῦ καὶ ἄλλων οὐκ ὀλίγων ἐγκεκαυμένων ἐπιβρέξας τὴν κεφαλήν. ἄμεινον γάρ ἐστιν αὐτοὺς πρώτως ὧν λέγουσι πειραθέντας οὕτως ἡμῖν τε συμβουλεύειν ἔν τε ταῖς βίβλοις ἀναγράφειν.
Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως, καίτοι φυλαττόμενος ἀντιλογίας ἅψασθαι, πρὸς τῆς ἀναισχυντίας αὐτῶν ἠναγκάσθην. αὖθις οὖν ἐπάνειμι πάλιν ἐφ’ ὅπερ ἐξ ἀρχῆς προὐθέμην, ὡς τῇ πείρᾳ κριτέον ἐστὶ τὰς τῶν φαρμάκων
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]