Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δυνάμεις, ἐπί τε τῶν ὑγιαινόντων ἀμέμπτως χρώμενον ἐπί τε τῶν νοσούντων ἁπλᾶς ὡς ἔνι μάλιστα νόσους ἤτοι θερμὰς, ἢ ψυχρὰς, ἢ ξηρὰς, ἢ ὑγράς. οὕτω γάρ σοι κρίνοντι τὸ μὲν ἔλαιον οὔτε θερμὸν οὔτε ψυχρὸν ὡς πρὸς ἄνθρωπον εὔκρατον ἑρεθήσεται, τὸ δὲ ῥόδινον ἤδη μέν πω ψυχρότερον, οὐ μὴν ἰσχυρῶς γε ψυχρὸν, ἀλλ’ ὡς ὀνομάζειν εἴωθα τῆς πρώτης τῶν ψυχόντων ἀποστάσεώς τε καὶ τάξεως. ὥσπερ γὰρ ὕδωρ, εἰ τύχοι, τὸ μὲν ἀκριβῶς ἐστιν εὔκρατον, τὸ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον, οὐ μὴν ἤδη γέ πως θερμὸν ἢ ψυχρὸν ἀπολελυμένως εἰπεῖν, οὕτω κᾀν τοῖς φαρμάκοις ἔλαιον μὲν ἐκ τῆς μέσης ὑπάρχει κράσεως, ὁ δὲ τῶν ῥόδων χυλὸς ἐκ τῆς ψυχροτέρας μὲν, ἀλλ’ οὐ πολλῷ τινι κατὰ τὴν χλιαρὰν, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ὑπάρχων θερμασίαν. ἐκ δὲ τῆς αὐτῆς ἐστιν αὐτῷ τάξεως τὸ καλούμενον λινόσπερμον ὅσον ἐπὶ τῷ χλιαρῷ τῆς θερμασίας, ἀλλὰ τῷ παχυμερὲς ὑπάρχειν οὐκ ὀλίγῳ δή τινι παραλλάττεται. λεπτομερὴς γὰρ ἀκριβῶς ἐστιν ὁ τῶν ῥόδων χυλὸς, ὡς δηλοῖ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download