Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τό τε ξηραίνεσθαι ῥᾳδίως αὐτὸν καὶ τὸ μηδεμιᾶς μετέχειν γλισχρότητος καὶ τὸ τὰς τῶν ἄλλως μύρων ἐκλύειν ὀσμάς. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἑτέρῳ τινὶ φαίνεται ποιεῖν ἢ τῷ φθάνειν ἐμπιπλάναι τοὺς ὀσφρητικοὺς πόρους. ἐπειδὴ γὰρ μελλόντων διϊέναι καὶ διαδύεσθαι τῶν ἄλλων αὐτοὺς προκαταλαμβάνει τε καὶ πληροῖ. ἔστι δὲ καὶ τὸ χαμαίμηλον, ὅσον μὲν ἐπὶ λεπτομερείᾳ, ῥόδῳ παραπλήσιον, ὅσον δ’ ἐπὶ θερμότητι, τῆς ἐλαίου μᾶλλον δυνάμεως, οἰκείας τε τῷ ζώῳ καὶ συμμέτρου, διὸ καὶ κόπου ἀρωγόν ἐστιν εἴπερ τι καὶ ἄλλο καὶ ἀλγημάτων πραϋντικὸν, ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα καὶ μαλάττει τὰ μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα. καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι, λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς ἢ πυκνώσει δέρματος συνισταμένων. ταύτῃ τοι καὶ τῶν Αἰγυπτίων τοῖς σοφωτάτοις ἡλίῳ τε καθιέρωται καὶ πυρετῶν ἁπάντων ἴαμα νενόμισται. ἀλλὰ ἐν τούτῳ μὲν οὐκ ἀληθεύουσιν. μόνον γὰρ ὧν εἴρηκα πυρετῶν ἐστιν ἴαμα καὶ τούτων ἤδη πεττομένων. ὀνίνησι μέντοι καλῶς καὶ τοὺς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download