Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἐνεργέστερον ἐκείνης διαπράττεται. θαυμάζεται δὲ καὶ ταῦτα πρὸς τῶν πολλῶν καὶ νομίζουσιν ἄπορον ὑπάρχειν, εἰ στῦφόν τι σῶμα καθαίρειν πέφυκεν, οἷον ἀλόη καὶ λεπὶς χαλκοῦ καὶ χαλκὸς κεκαυμένος· ἐχρῆν γὰρ, φασὶ, τοὐναντίον μᾶλλον ἐπέχειν αὐτὰ, οὐ προτρέπειν τὴν γαστέρα. ὅτι δὲ τὸ μῆλον, εἰ οὕτως ἔτυχεν, τὸ μετὰ τῆς σκαμμωνίας στῦφον καθαίρει, τοῦτό γε οὐδεὶς θαυμάζει, καίτοι γε ἐντεῦθεν ὁρμηθέντα ῥᾷστον ἦν, οἶμαι, κᾀπὶ τῆς ἀλόης συλλογίσασθαι μικτήν τινα δύναμιν ὑπάρχειν. καὶ εἴπερ ἦν οἷόν τε διακρῖναι τὸ καθαῖρον ἐν αὐτῇ τοῦ μὴ καθαίροντος, ὥσπερ ἐπὶ γάλακτος ἐργαζόμεθα καὶ κράμβης ἑτέρων τε παμπόλλων, οὐκέτ’ ἂν ἐθαυμάζετο. καὶ μὲν δὴ καὶ ποιῆσαι τοῦτό πως δυνατόν. ἐπιμελῶς γὰρ ἀλόη πλυθεῖσα παντάπασιν ἀσθενῶς ἢ οὐδ’ ὅλως ὑπάγει γαστέρα. ταὐτὸ δὲ τοῦτο καὶ λεπὶς χαλκοῦ καὶ αὐτὸς ὁ κεκαυμένος χαλκὸς πέπονθεν, ὡς καὶ ἡμεῖς ἀκριβῶς πλύναντες ἐπειράθημεν, ἀμυδρῶς αὐτῶν καθαιρόντων. ἀλλ’ οὖν καὶ τὸ τῆς ποιότητος εὐθὺς ἅμα τῷ γεύσασθαι φαρμακῶδες ἐμφαίνει τὸ μικτὸν τῆς δυνάμεως.

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download