De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν,
οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθενής
ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ ἡ τῆς δριμύτητος. ἐνίων δ’
οὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, ἢ κανθαρίδων,
ἤ τινος ἑτέρου τῶν κατὰ διάβρωσιν ἢ σῆψιν ἀναιρούντων·
ἀλλ’ ἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ
ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς
ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν
πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ
προειρημένα, καὶ ὁ τοῦ κωνείου καὶ ὁ τοῦ μήκωνος, ἔτι τε
μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασάμεθα
ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς
Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δ’ ἦν βαρὺς καὶ
ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλ’ εἰκάζειν
θανάσιμον ὑπάρχειν· ἐχρῆτο δ’ αὐτῷ πρὸς τὰς ἀρθριτικὰς
ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς. τοῖς κάμνουσιν
ψυκτικὴν ἔχειν τὴν δύναμιν. ἔστι δ’ ὑπόξανθος
μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]