Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐωδίας προσβάλλει. τὸ δ’ ὄνομα τῆς βοτάνης ἐξ ἧς ὁ χυλὸς γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μέν τῶν δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν ὁ λόγος, ἄκρως θερμοὺς χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δ’ αὐτῶν τοὺς πικροὺς, εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δ’ αὐτοῖς ἱκανοῦ τοῦ πλάτοις ὑπάρχοντος, ὁ μὲν μᾶλλον δριμὺς καὶ πικρὸς καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, ὁ δ’ ἧττον εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πικροῦ χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἶόν τε μάλιστα ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον ὁ πικρὸς ἔστι μὲν πάντως θερμὸς, ἀλλ’ ὁ μὲν ἄρτι γενόμενος ἐκ τῆς τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον θερμὸς, ὁ δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πικρός

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download