Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους, δῆλον δ’ ἐκ τοῦ μήθ’ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ’ οὕτως βαρέα καὶ διὰ τοῦτ’ ἐξέφυγε τὸ γένος τῶν δηλητηρίων. καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἕτερος λόγος.

Ὁ δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ’ ἄττα ζῶα γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας ἐγγιγνομένας. τὰ δ’ ἀκριβῶς πικρὰ, καλῶ δ’ οὕτως ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download