
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
σχῆμα λέξεως. καλεῖ δὲ παρ᾿ ὁμωνυμίαν μὲν ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ πλείω σημαίνηται, καθάπερ ἐν τῷ κύνα τεθήρακα· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα τὸν κύνα. παρ᾿ ἀμφιβολίαν δὲ, ὅταν παρ᾿ αὐτὸν τὸν λόγον ἐν αὐτῷ τὸ διττὸν ᾖ. καθάπερ ἔχει τὸ, γένοιτο καταλαβεῖν τόνδ᾿ ἐμὲ, ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττὸν, αὐτὸς δὲ ὁ λόγος ἐφ᾿ ἑαυτοῦ σημαίνει τὸ, ἑλεῖν τε καὶ ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν διττὸν γίγνηται. καθάπερ ἐν τῷ Ορος ἕστηκε. τὸ γὰρ διπλοῦν, παρὰ τὴν διττὴν προσῳδίαν τιθεμένην κατ᾿ ἀρχὰς, ἢ περιαιρουμένην· παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὐτὴ ποιῇ τοῦ σημαινομένου τὴν διαφορὰν, ὥσπερ
Πεντήκοντ᾿ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν, τοῦ ἢ συντιθεμένου, ἢ διαιρουμένου ἀπὸ τῶν ν΄ ἐστί. παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως, ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος καὶ τὸ σχῆμα. δοκεῖ δὲ οἶον τὸ ἀκούω. ἔστι μὲν τοῦ πάσχειν
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]