Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]