Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρθῶς, ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱπποκράτους βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάντως γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ᾿ Εὐδήμου θαυμάζοντος ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς, ἐφ᾿ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον ἀποκρινάμενος ἐγὼ, παρ᾿ Εὐδήμου ταῦτ᾿ ἀκήκοας, οὐ παρ᾿ ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐδοκιμούντων ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λόγον ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]