De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κινοῦντα κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παραφθεγξαμένων ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαντός γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν, ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώμενος εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν ἐν τῷ μεταξὺ γεγονότων ιε΄. καίτοι γε διαβουλευομένων γε πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολόγων ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα.
Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ παρόντι λόγῳ, μάλιστ᾿ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]