De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς ὑπαρχούσης εὐκολώτερον ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων ἡμερῶν καθάπερ ὁ Πυλάδης· οὐδ᾿ οὖν οὐδὲ τότε φαινομένου, ἀλλ᾿ ἀκουομένου ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μακρὸς ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ γινωσκόντων ἔρωτος μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ ψυχῆς τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας.
[Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν Βοηθοῦ υἱέα κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς, ἐφ᾿ οὖ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς, ἀκούσας δ᾿ ὅπως εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ᾿ ἄλλο τι μεταβήσομαι. νοσήσαντος γὰρ αὐτῷ θατέρου τῶν υἱῶν, εἶτα ῥωσθέντος ὑποστρέψαντός τε τοῦ νοσήματος, εἷτ᾿ αὖθις παυσαμένου καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς, ἐμοῦ τε λέγοντος ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φανερῷ
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]