De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
κατὰ τὴν γεγραμμένην ὑφ᾿ Ἱπποκράτους τε καὶ τῶν
ἀρίστων μετ᾿ αὐτὸν ἰατρῶν θεραπείαν, ἅπαντα πράττειν
ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς ὑπηρετούσαις
αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος
βοηθημάτων πρὸς τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κεφάλαιον
ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας τὰ
χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμμάτων
στυφόντων τοῖς γυναικείοις τόποις, ἐποίουν οὕτως.
ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ διάθεσις ἀποτελουμένη,
κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζητοῦσιν
ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ᾿ ἣν μεταβῶμεν, οὔτ᾿ ἐκ
λογισμοῦ τις εὕρισκεν οὔτ᾿ ἐκ πείρας ἀνεμιμνήσκετο βέλτιον
τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ
δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ
γινομένῳ ταῖς κυούσαις, ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν
γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν τῶν
γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρίσματα
ὄντα τοῦ ῥοῦ τοῦ γυναικείου καθ᾿ ἑκάστην ἡμέραν
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]