Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν, ὡς ἐπιστημονικῶς εἰδυῖα τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ πρόσθεν ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι, φροντίζοντι νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς γυναῖκας εἶπον οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ τὸ ὑποχόνδριον παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν ὑποχονδρίων μυῶν, ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα, φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην τι μόριον, ἀποστῆναι τοῦ βιαίου. ὡς γὰρ ἄν τις ἄκρως εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ τὸ ὑποχόνδριον ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ πάντες ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως,

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]