In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν
ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύσις.
ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη καὶ καθ᾿ ἕν
τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα
σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος
καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ
καὶ σὰρξ, ἥ τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς
οὔσαις ὁμοιομερέσιν, ἥ τ᾿ ἐν τοῖς σπλάγχνοις, ἣν δὴ
καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος εἴωθεν. ἐδείχθη δ᾿
εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν θεραπευτικὴν
μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν ἐνδεικτικῶς
θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ
τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ
πλειόνων σύγκειται, καὶ πότερον ἐκεῖνα κέκραται δι᾿ ὅλων,
ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν
ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους εἰσὶ δογματικοὶ,
τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς θεραπεύοντες,
τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ᾿ ὅλως, ἢ ἐμπειρικῶς.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]