In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ὑπερτέρη ἀργίη νουσήματα τίκτει, ταλαιπωρίη ἰῆται. οὐδ᾿
ἡ ἀργία πρώτως τε καὶ δι᾿ ἑαυτῆς, ἀλλὰ διὰ μέσου τοῦ
πλήθους ἐργάζεται τὰς νόσους. ἧττόν τε γὰρ διαφοροῦνται
τοῖς ἀργοῦσι τὰ τοῦ σώματος μόρια, ἀῤῥωστότερά τε γίγνονται
ὡς ἑκάτερον ὑπ᾿ αὐτῆς γίγνεσθαι πλῆθος. ἡ τοίνυν
ἀμετροτέρα κίνησις ἰσχυροτέραν μὲν οὐκ ἐργάζεται τὴν
δύναμιν, ἐκκενοῖ δὲ τὴν περιουσίαν τῶν ἀθροισθέντων ὑγρῶν.
εὔδηλον οὖν ὅτι εἰ καὶ κατ᾿ αὐτὴν βραχὺ πλεονάσειεν ἢ
προσήκει τῆς συμμέτρου κινήσεως, κοπώδη μὲν ἠρέμα διὰ
ταύτης γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν πυρέξαι γε. τὸ δὲ
ξύμπαν γνῶναι δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι
νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσιν.
εἴδεσιν ἔοικε λέγειν ταῖς τοῦ σώματος φύσεσιν, ὧν τὴν οὐσίαν
ἐν τῇ τῶν τεττάρων στοιχείων κράσει δεδείχαμεν εἶναι.
νοσήματα μὲν οὖν ἅπαντα διὰ τῶν ἐναντίων ταῖς δυνάμεσιν,
οὐ ταῖς προχείροις φαντασίαις ἐδείχθη θεραπευόμενα.
φύσις δὲ σώματος, ὅπερ ἐστὶν ἡ κρᾶσις, οὐ πᾶσα διὰ τῶν
ἐναντίων ἐπανορθοῦται, ὥσπερ οὐ δ᾿ ὧραι καὶ ἡλικίαι.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]