In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ἔστι τοιόνδε. κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον ἕτερον ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ γὰρ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ᾿ ἔστιν, οὐκ ἂν γένεσις ἐκ τῆς συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου. τάχα δὲ καὶ ἡ ῥῆσις οὐχ οὕτως εἶχεν, οὐδ᾿ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιτο.
Καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο.Ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν ἀποτελεσθῆναι μηδὲν, εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος οὐκ ἐξ ἀνάγκης γεννᾷ. λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος αὐτῷ τέλειος ἔνθα φησὶν· Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν,
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]