In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας,
οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι
ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς
φθείρεται τὸ σπέρμα. ὁκόσαι δ᾿ ἐξ ἀμφοτέρων τῇ κράσει
ἔχουσι συμμέτρως, αἱ τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ
τῷ λόγῳ διδάσκει μὲν καὶ διά τινας αἰτίας ἄγονοι γίγνονται
γυναῖκες. ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ
συνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ
πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ Πλάτων, οὐ σμικρὰν
τέχνην εἰπὼν εἶναι, καθ᾿ ἣν ἐπίσταταί τις ζευγνύναι τοὺς
ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδρας τε καὶ γυναῖκας.
ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ
περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ
καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον.
ἔστι δ᾿ ὅτε ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ
ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον σπέρμα, τῇ δὲ
ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν θερμοτέρᾳ τὸ
ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]