Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

ἀλλήλων· ἐν δὲ ταῖς ἐφεξῆς, ὅτι καὶ κατὰ φύσιν εἰσὶν οὗτοι πάντες, οὐχ εἶς ἐξ αὐτῶν. ἀλλ᾿ ἔν γε τῇ προκειμένῃ ταύτῃ ῥήσει καὶ χροίᾳ καὶ συστάσει καὶ θερμότητι καὶ ψυχρότητι διαφέρειν ἀλλήλων φησὶ τοὺς χυμούς· καὶ γὰρ καὶ φαίνεται σαφῶς ταῦτα· προσκρούεται δὲ ἴσως τισὶ τὸ καὶ ξηρότητι χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων. ἀναιρείτωσαν οὖν οὗτοι τὸ μηδ᾿ ὑγρότητι διαφέρειν αὐτοὺς, εἴπερ γ᾿ ὑγρότερον ἕτερον ἑτέρου συγχωροῦσιν εἶναι. καὶ μέντοι καὶ φαίνεται σαφῶς τοῦτο κατὰ πάντας τοὺς χυμούς. ἥ τε γὰρ ξανθὴ χολὴ πολλάκις μὲν ἐξυγραίνεται σφοδρῶς, ἡνίκα μηδὲ ξανθὸν, ἀλλ᾿ ὠχρὸν αὐτῆς γίγνεται τὸ χρῶμα, πολλάκις δ᾿ ὥσπερ λέκιθος γίγνεται παχεῖα, διότι καὶ λεκιθώδης ὀνομάζεται πρός τινων· ἥ τ᾿ αὖ μέλαινα διὰ παντός ἐστι παχυτέρα τῆς ὠχρᾶς τε καὶ ξανθῆς. οὐκ ὀλίγον δὲ οὐδὲ κατ᾿ αὐτήν ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον, ὥσπερ γε καὶ τὸ αἷμα. φαίνεται γὰρ τοῦτο, ποτὲ μὲν οὕτως ὑγρὸν, ὡς ῥεῖν, ποτὲ δ᾿ ἱκανῶς παχύ. τὸ φλέγμα δὲ ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἐστι τῇ κατὰ τοὺς εἰρημένους

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]