Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

δεῖ στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη ἠγνόηται. τὸ μὲν οὖν ὑδαρέστερον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀναντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ᾿ ὅλως τὰ πρὸς τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρέλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰπεῖν τι πιθανόν. ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθανὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον. ἐπειδὴ βούλεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων ὑπὲρ ὦν ταῦτα γράφει, διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυσιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ᾿ εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ τῶν σιτίων προσφορᾷ χρόνος. ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰς ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται.

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download