Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἄλλαις ἁπάσαις, αἳ μετὰ ταύτας ἕπονται· αἵπερ γευσταὶ καὶ ὀσφρηταὶ καὶ ὁραταὶ καὶ ἁπλαῖ διαφοραὶ ὑπό τινων λέγονται. τοῦτο μὲν οὖν αἴτιόν ἐστιν, ὅτι οὐκ ἐκ πάντων πᾶν ζῶον τρέφεσθαι δοκεῖ· καὶ ὅτι οὐδὲ ἐξ ὧν πέφυκεν, οὐδὲ ἐκ τούτων παραχρῆμα. διὰ τοῦτο ἡ δημιουργικὴ τῶν σωμάτων φύσις, ὡς προνοητικὴ τῶν ἐσομένων, πάμπολλα τῆς τροφῆς ἀλλοιωτικὰ ὄργανα ἐν ἑκάστῳ τῷ ζώῳ πεποίηκεν. οὕτω μὲν γὰρ καὶ ἐκ τοῦ ἐρυθροῦ ξανθὸν καὶ ἐκ τοῦ λευκοῦ μέλαν καὶ ἐκ τοῦ μαλακοῦ σκληρὸν καὶ ἐκ δυσώδους εὐῶδες καὶ ἀνάπαλιν γίνεται, οὐ μήν γε ἐξαίφνης, ἀλλὰ κατὰ βραχὺ, ὡς καὶ ἐξ αἵματος ὀστοῦν, ἐξ ἄρτου τὸ αἷμα καὶ ἐκ τοῦ αἵματος ἡ σάρξ. ὅτι δὲ καὶ τὸ πλῆθος γίνεται τῶν περιττωμάτων ἐκ τοῦ σώματος διὰ τοῦτο ἐδέησε τῇ φύσει τῆς διακρίσεως αὐτῶν. διό τινα μόρια τοῖς περιττώμασι τῆς τροφῆς ἀνακείμενα δεδημιούργηκε. ἔστι δὲ καὶ τὰ μόρια ὑπὲρ τοῦ πάντη φέρεσθαι καὶ τὴν τροφὴν καὶ τὰ ἀναγκαῖα τῷ σώματι. ἔστι γὰρ τὰ τρεφόμενα πολλὰ καὶ πολὺ διεστῶτα. τὰ μὲν τοίνυν ἐστὶν ἀλλοιοῦντα, ὡς τὰ τὴν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]