Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐπιτήδειον τροφὴν ἑκάστῳ μορίῳ προπαρασκευάζοντα, τὰ δὲ διακρίνοντα, ὡς ὅσα ἕνεκα τῶν περιττωμάτων πεποίηται, τὰ δὲ παραπέμποντα, τὰ δὲ ὑποδεχόμενα, ἃ κατὰ τὸ σῶμα φέρεται, τὰ δὲ ἐκκρίνοντα, τὰ δὲ ὡς ὁδοὶ καὶ τροφῆς καὶ τῶν ἄλλων ἁπάντων. ἔστι μὲν οὖν ἡ φύσις θαυμαστὴ καὶ προνοητικὴ τῶν σωμάτων, ὑπὲρ αὐτῶν ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα δεδημιούργηκε τὰ μόρια τέλος δὲ εἶχεν αὐτὴ τὴν θρέψιν, ἥ ἐστιν, ὡς ἤδη ἐν τῷ πρώτῳ εἴρηται, ὁμοίωσις τοῦ τρέφοντος τῷ τρεφομένῳ. * * πάντως μὲν οὖν καὶ ὅσα μέλλει τροφαὶ εἶναι, ὁμιλῆσαι χρὴ τοῖς ὀργάνοις τοῖς πεπτικοῖς, γαστρί τε καὶ ἥπατι καὶ φλεψὶν, ἐν οἷς προκατεργασθέντα τρέφειν ᾔδη δύναται τὸ σῶμα. πρὶν δὲ τοῦ ἐν τούτοις μεταβάλλεσθαι οὐχ οἷόν τε τροφὴν τοῦ ζώου γενέσθαι. τὰ μὲν οὖν ὁμοιούμενα πάντη τροφαί, πρὸς δὲ τὴν ὁμοίωσιν οὐδὲν μᾶλλον συντελεῖ ἢ τὸ πεφθῆναι καλῶς ἐν τῇ γαστρί. καὶ γὰρ τὴν δευτέραν καὶ τὴν τρίτην πέψιν ἐπιδέχεται μᾶλλον ταῦτα· γίνεται μὲν ἡ δευτέρα

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]