Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

σφοδρῶς ὀρεγομένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως τοῦτο τὸ σπλάγχνον ἰσχυρότερον ἕλκει. ὅταν δ᾿ αὐτὸ εἴη ἐμπεπλησμένον καὶ διατεταμένον, ἡ δὲ γαστὴρ ὀρεγομένη καὶ κενὴ ὑπάρχῃ, τότε ἡ γαστὴρ αὐτὴ ἕλκει ἰσχυρότερον, καὶ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγοιτο τροφῆς, ἐμπεπλησμένον δὲ εἴη τὸ σπλάγχνον, συμβαίνει δὲ ἐνίοτε τοῦ μὴ πεινῇν τὸ ζῶον αἰτίαν εἶναι τὴν περιουσίαν τῆς τροφῆς ἐν ἥπατι ὑπάρχουσαν. εἰ δέ γέ ποτε δέοιτο μὲν, ἀποροίη δὲ, πληροῦται περιττωμάτων. ἀλλ᾿ ἕκαστον μόριον ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττόν. καὶ ἕκαστον τῶν ὀργάνων τὴν πλησιάζουσαν τροφὴν ἐπισπᾶται εἰς ἑαυτὸ καὶ ταύτην ἐναποτίθεται ἐν ἑαυτῷ, καὶ μετὰ ταῦτα, ὡς εἴπομεν, προσφύει τε καὶ ὁμοιοῖ. εἰσὶ δὲ τρεῖς μοῖραί τινες ὅλης τῆς οἰκονομίας τῆς τροφῆς· ἐν μὲν τῇ πρώτῃ μένει κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πέττεται καὶ προστίθεται καί τι παρ᾿ αὐτῆς τῷ ἥπατι ἀναφέρεται, ἐν δὲ τῇ δευτέρᾳ διέρχεται κατὰ τὰ ἔντερα καὶ προστιθεμένη εἰς κόρον αὐτῆς καὶ τῷ ἥπατι καί τι βραχὺ μέρος

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]